Εν αρχή ήν ο Λόγος

168

Εν αρχη ην ο λογος και ο λογος ην προς τον θεον και θεος ην ο λογος

ουτος ην εν αρχη προς τον θεον

παντα δι αυτου εγενετο και χωρις αυτου εγενετο ουδε εν ο γεγονεν

εν αυτω ζωη ην και η ζωη ην το φως των ανθρωπων

και το φως εν τη σκοτια φαινει και η σκοτια αυτο ου κατελαβεν

εγενετο ανθρωπος απεσταλμενος παρα θεου ονομα αυτω ιωαννης

ουτος ηλθεν εις μαρτυριαν ινα μαρτυρηση περι του φωτος ινα παντες πιστευσωσιν δι αυτου

ουκ ην εκεινος το φως αλλ ινα μαρτυρηση περι του φωτος

ην το φως το αληθινον ο φωτιζει παντα ανθρωπον ερχομενον εις τον κοσμον

εν τω κοσμω ην και ο κοσμος δι αυτου εγενετο και ο κοσμος αυτον ουκ εγνω

εις τα ιδια ηλθεν και οι ιδιοι αυτον ου παρελαβον

οσοι δε ελαβον αυτον εδωκεν αυτοις εξουσιαν τεκνα θεου γενεσθαι τοις πιστευουσιν εις το ονομα αυτου

οι ουκ εξ αιματων ουδε εκ θεληματος σαρκος ουδε εκ θεληματος ανδρος αλλ εκ θεου εγεννηθησαν

και ο λογος σαρξ εγενετο και εσκηνωσεν εν ημιν και εθεασαμεθα την δοξαν αυτου δοξαν ως μονογενους παρα πατρος πληρης χαριτος και αληθειας

ιωαννης μαρτυρει περι αυτου και κεκραγεν λεγων ουτος ην ο ειπων ο οπισω μου ερχομενος εμπροσθεν μου γεγονεν οτι πρωτος μου ην

οτι εκ του πληρωματος αυτου ημεις παντες ελαβομεν και χαριν αντι χαριτος

οτι ο νομος δια μωυσεως εδοθη η χαρις και η αληθεια δια ιησου χριστου εγενετο.

Το σχόλιό σας